ICCOS
|
15. IKKOS. 1. PLATO. Protag. 316d Ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν οἷον ῞Ομηρόν τε καὶ ῾Ησίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμωιδίας τοὺς ἀμφί τε ᾿Ορφέα καὶ Μουσαῖον, ἐνίους δέ τινας ἤισθημαι καὶ γυμναστικὴν οἷον ῎Ικκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς ῾Ηρόδικος ὁ Σηλυμβριανός. 2. PLATO. de legg. VIII, 839e-840a Ἆρ᾿ οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον ῎Ικκον ἀκοῆι διὰ τὸν ᾿Ολυμπίασί τε ἀγῶνα καὶ τοὺς ἄλλους, ὡς διὰ φιλονικίαν καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῆι ψυχῆι κεκτημένος, ὡς λόγος, οὔτε τινὸς πώποτε γυναικὸς ἥψατο οὐδ᾿ αὖ παιδὸς ἐν ὅληι τῆι τῆς ἀσκήσεως ἀκμῆι; PAUS. VI, 10, 5 ῎Ικκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε ᾿Ολυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλωι καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφ᾿ αὑτοῦ γενέσθαι. STEPH. BYZ. s. v. Τάρας· ῎Ικκος ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς οζ(?) ὀλυμπιάδος· μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόραι. EUSTH., Commentarii ad Homeri Iliadem II; p. 610, 28 = p. 206, 9 van der Valk ῎Ικκος ὅπερ ἐστὶ κύριον ὄνομα σοφοῦ ἰατροῦ ῾Ρηγίνου ἐξ οὗ παροιμία ᾿τὸ δεῖπνον ῎Ικκου᾿ διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς. EUSTH., Comm. in Dionysii periegetae orbis descriptionem, p. 376, 9 Müller Ὅθεν ῎Ικκος ἦν ὁ Ταραντῖνος ἰατρός, ὃς ἐπὶ βίου εὐτελείαι εἰς παροιμίαν κεῖται τὴν λέγουσαν ᾿῎Ικκου δεῖπνον᾿ ἐπὶ τῶν ἀπερίττως δειπνούντων. 3. IAMBL. vit. Pyth. 267 in der Liste der Pythagoreer unter den Ταραντῖνοι steht
῎Ικκος. |